TLG 1338 003 :: DOSIADAS :: Fragmenta DOSIADAS Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 399–400.
Citation: Fragment — (line) | ||
t1-6 | ΚΡΗΤΙΚΑ. | |
t1-2 | E LIBRO QUARTO. | |
1 | Athenaeus IV: Περὶ δὲ τῶν Κρητικῶν συσσιτίων Δωσιάδας ἱστορῶν ἐν τῇ τετάρτῃ τῶν Κρη‐ τικῶν, γράφει οὕτως· «Οἱ δὲ Λύκτιοι συνάγουσι μὲν τὰ κοινὰ συσσίτια οὕτως. Ἕκαστος τῶν γινομένων καρ‐ | |
5 | πῶν ἀναφέρει τὴν δεκάτην εἰς τὴν ἑταιρίαν καὶ τὰς τῆς πόλεως προσόδους, ἃς διανέμουσιν οἱ προεστηκότες τῆς πόλεως εἰς τοὺς ἑκάστων οἴκους. Τῶν δὲ δούλων ἕκα‐ στος Αἰγιναῖον φέρει στατῆρα κατὰ κεφαλήν. Διῄρην‐ ται δ’ οἱ πολῖται πάντες καθ’ ἑταιρίας, καλοῦσι δὲ ταύτας | |
---|---|---|
10 | ἀνδρεῖα. Τήν τ’ ἐπιμέλειαν ἔχει τοῦ συσσιτίου γυνὴ, τρεῖς ἢ τέτταρας τῶν δημοτικῶν προσειληφυῖα πρὸς τὰς ὑπηρεσίας. Ἑκάστῳ δ’ αὐτῶν ἀκολουθοῦσι δύο θερά‐ ποντες ξυλοφόροι· καλοῦσι δ’ αὐτοὺς καλοφόρους. Εἰσὶ δὲ πανταχοῦ κατὰ τὴν Κρήτην οἶκοι δύο ταῖς συσσιτίαις, | |
15 | ὧν τὸν μὲν καλοῦσιν ἀνδρεῖον, τὸν δ’ ἄλλον, ἐν ᾧ τοὺς ξένους κοιμίζουσι, κοιμητήριον προσαγορεύουσι. Κατὰ δὲ τὸν συσσιτικὸν οἶκον πρῶτον μὲν κεῖνται δύο τρά‐ πεζαι, ξενικαὶ καλούμεναι, αἷς προκαθίζουσι τῶν ξένων οἱ παρόντες· ἑξῆς δ’ εἰσὶν αἱ τῶν ἄλλων. Παρατίθεται | |
20 | δὲ τῶν παρόντων ἴσον μέρος ἑκάστῳ· τοῖς δὲ νεωτέροις ἥμισυ δίδοται κρέως, τῶν δ’ ἄλλων οὐδενὸς ἅπτονται. Εἶτα ποτήριον ἐν ἑκάστῃ τραπέζῃ παρατίθεται κεκρα‐ μένον ὑδαροῦς· τοῦτο κοινῇ πάντες πίνουσιν οἱ κατὰ τὴν κοινὴν τράπεζαν· καὶ δειπνήσασιν ἄλλο παρατίθεται. | |
25 | Τοῖς δὲ παισὶ κοινὸς κέκραται κρατήρ. Τοῖς δὲ πρε‐ σβυτέροις, ἐὰν βούλωνται πλεῖον πιεῖν, ἐξουσία δέδοται. Ἀπὸ δὲ τῆς τραπέζης τὰ βέλτιστα τῶν παρακειμένων ἡ προεστηκυῖα τῆς συσσιτίας γυνὴ φανερῶς ἀφαιροῦσα, παρατίθησι τοῖς κατὰ τὸν πόλεμον ἢ κατὰ σύνεσιν δε‐ | |
30 | δοξασμένοις. Ἀπὸ δὲ τοῦ δείπνου πρῶτον μὲν εἰώθασι βουλεύεσθαι περὶ τῶν κοινῶν, εἶτα μετὰ ταῦτα μέμνην‐ ται τῶν κατὰ πόλεμον πράξεων καὶ τοὺς γενομένους ἄνδρας ἀγαθοὺς ἐπαινοῦσι, προτρεπόμενοι τοὺς νεωτέ‐ ρους εἰς ἀνδραγαθίαν.» | |
2 | Idem VI: Σωσικράτης δ’ ἐν δευτέρῳ Κρητικῶν· «Τὴν μὲν κοινὴν (φησὶ) δουλείαν οἱ Κρῆ‐ τες καλοῦσι μνοίαν, τὴν δὲ ἰδίαν ἀφαμιώτας, τοὺς δὲ περιοίκους ὑπηκόους.» Τὰ παραπλήσια ἱστορεῖ καὶ | |
5 | Δωσιάδας ἐν τετάρτῳ Κρητικῶν. | 399 |
t3-6 | E LIBRIS INCERTIS. | |
3 | Plinius H. N. IV, 12: Dosiades eam (Cre‐ tam) a Crete nympha: Hesperidis filia, Anaxi‐ mander: a rege Curetum, Philistides Mallotes: Crates primum Aeriam dictam: deinde postea Cu‐ | |
5 | retin, et Macaron nonnulli a temperie caeli appel‐ latam existimavere. | |
3a | Schol. Il. υ, 234: Μνασέας δέ φησιν ὑπὸ Ταντά‐ λου ἡρπάσθαι (Γανυμήδην) καὶ ἐν κυνηγεσίῳ ἀναιρε‐ θῆναι (πεσόντα ταφῆναι ἐν τῷ Μυσίῳ Ὀλύμπῳ κατὰ τὸ ἱερὸν τοῦ Ὀλυμπίου Διός)· Δωσιάδης δὲ ὑπὸ Μίνω· καὶ | |
5 | ὁ λιμὴν, ὅθεν ἡρπάσθη, Ἁρπαγίας καλεῖται· ἀξιοῦντος δὲ μιγῆναι αὐτῷ κατακρημνίσαι αὑτόν· τὸν δὲ θάψαι καὶ πλάσασθαι τῷ πατρὶ ὡς θύελλα καὶ νέφος ἥρπασεν αὐτόν. | |
4 | Bekker. Anecd.: Δοτιάδης (sic) δὲ ἐν Κρήτῃ φησὶν εὑρεθῆναι αὐτά (sc. τὰ γράμματα). | |
5 | Clem. Al. Protr. c. 3: καὶ Λεσβίους Διονύσῳ τὴν ὁμοίαν προσάγειν θυσίαν Δωσίδας (sic) λέγει. | |
6 | Diodorus V, 80: Ἐπεὶ δὲ τῶν τὰ Κρητικὰ γεγραφότων οἱ πλεῖστοι διαφωνοῦσι πρὸς ἀλλήλους, οὐ χρὴ θαυμάζειν ἐὰν μὴ πᾶσιν ὁμολογού‐ | |
5 | μενα λέγωμεν. Τοῖς γὰρ τὰ πιθανώτερα λέγουσι καὶ μάλιστα πιστευομένοις ἐπηκολουθήσαμεν, ἃ μὲν Ἐπι‐ μενίδῃ τῷ θεολόγῳ προσσχόντες, ἃ δὲ Δωσιάδῃ καὶ | |
Σωσικράτει καὶ Λαοσθενίδᾳ. | 400 |